Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.137 Dem. 19.140 (English) >>Dem. 19.143

19.139ὃν δὲ τρόπον, φράσω πρὸς ὑμᾶς ἐγώ. ἦλθον ὡς αὐτὸν πρέσβεις ἐκ Θηβῶν ὅτε περ καὶ παρʼ ὑμῶν ἡμεῖς ἦμεν ἐκεῖ. τούτοις χρήματʼ ἐκεῖνος ἐβούλετο δοῦναι, καὶ πάνυ γʼ, ὡς ἔφασαν, πολλά. οὐκ ἐδέξαντʼ οὐδʼ ἔλαβον ταῦθʼ οἱ τῶν Θηβαίων πρέσβεις. μετὰ ταῦτʼ ἐν θυσίᾳ τινὶ καὶ δείπνῳ πίνων καὶ φιλανθρωπευόμενος πρὸς αὐτοὺς Φίλιππος ἄλλα τε δὴ πολλά, οἷον αἰχμάλωτα καὶ τοιαῦτα, καὶ τελευτῶν ἐκπώματʼ ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς. πάντα ταῦτʼ ἐκεῖνοι διεωθοῦντο καὶ οὐδαμῇ προΐενθʼ αὑτούς. 19.140τελευτῶν δὲ Φίλων, εἷς τῶν πρέσβεων, εἶπεν, ἄνδρες Ἀθηναῖοι, λόγον οὐχ ὑπὲρ Θηβαίων ἀλλʼ ὑπὲρ ὑμῶν ἄξιον εἰρῆσθαι. ἔφη γὰρ τὸν Φίλιππον ὁρῶν καὶ μεγαλοψύχως καὶ φιλανθρώπως ἔχοντα πρὸς αὐτοὺς ἥδεσθαι καὶ χαίρειν· αὐτοὶ μὲν οὖν ὑπάρχειν αὐτῷ φίλοι καὶ ξένοι καὶ ἄνευ τῶν δώρων τούτων, εἰς δὲ τὰ τῆς πόλεως πράγματʼ, ἐν οἷς ἦν τότε, τὴν φιλανθρωπίαν αὐτὸν ἠξίουν ταύτην προσθέντʼ ἄξιόν τι καὶ αὑτοῦ καὶ τῶν Θηβαίων πρᾶξαι, καὶ ὅλην τε τὴν πόλιν οὕτω καὶ σφεῖς ὡμολόγουν ὑπάρξειν αὐτῷ. 19.141καὶ γάρ τοι σκέψασθε τί τοῖς Θηβαίοις γέγονεν ἐκ τούτων καὶ τί συμβέβηκε, καὶ θεάσασθʼ ἐπʼ αὐτῆς τῆς ἀληθείας ἡλίκον ἐστὶ τὸ μὴ πωλεῖν τὰ τῆς πόλεως. πρῶτον μὲν τοίνυν εἰρήνη γέγονεν αὐτοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις ἤδη τῷ πολέμῳ καὶ ἡττωμένοις, εἶτα τῶν ἐχθρῶν Φωκέων ἄρδην ὄλεθρος καὶ ὅλων τῶν τειχῶν καὶ τῶν πόλεων ἀναίρεσις. ἆρα καὶ μόνα ταῦτα; οὐ μὰ Δίʼ, ἀλλʼ ἔτι πρὸς τούτοις Ὀρχομενός, Κορώνεια, Κορσιά, τὸ Τιλφωσαῖον, τῆς τῶν Φωκέων χώρας ὁπόσην βούλονται.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.137 Dem. 19.140 (English) >>Dem. 19.143

Powered by PhiloLogic